# Ἐμφυλίων Πρώτη 1.6.52

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 1, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/1.6.52

καὶ τάδε μὲν ἦν τοῦδε τοῦ θέρους εὐπραγήματα Σύλλα· χειμῶνος δʼ ἐπιόντος ὁ μὲν ἐς Ῥώμην ἀνέστρεφεν, ἐς ὑπατείαν παραγγέλλων, Γναῖος δὲ Πομπήιος ὑπηγάγετο Μάρσους καὶ Μαρρουκίνους καὶ Οὐηστίνους, καὶ Γάιος Κοσκώνιος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπελθὼν Σαλαπίαν τε ἐνέπρησε καὶ Κάννας παρέλαβε, καὶ Κανύσιον περικαθήμενος Σαυνίταις ἐπελθοῦσιν ἀντεμάχετο ἐγκρατῶς, μέχρι φόνος πολὺς ἑκατέρων ἐγένετο καὶ ὁ Κοσκώνιος ἐλαττούμενος ἐς Κάννας ὑπεχώρει. Τρεβάτιος δʼ αὐτόν, ὁ τῶν Σαυνιτῶν στρατηγός, ποταμοῦ διείργοντος, ἐκέλευεν ἢ περᾶν ἐπʼ αὐτὸν ἐς μάχην ἢ ἀναχωρεῖν, ἵνα περάσειεν. ὁ δʼ ἀναχωρεῖ καὶ διαβάντι τῷ Τρεβατίῳ προσπεσὼν μάχῃ τε κρείττων ἐγένετο καὶ φεύγοντος ἐπὶ τὸ ῥεῦμα αὐτοῦ μυρίους καὶ πεντακισχιλίους διέφθειρεν· οἱ δὲ λοιποὶ μετὰ τοῦ Τρεβατίου διέφυγον ἐς Κανύσιον. καὶ ὁ Κοσκώνιος τὴν Λαριναίων καὶ Οὐενουσίων καὶ Ἀσκλαίων γῆν ἐπιδραμὼν ἐς Ποιδίκλους ἐσέβαλε καὶ δυσὶν ἡμέραις τὸ ἔθνος παρέλαβε.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
