# Ἐμφυλίων Πρώτη 2.19.139

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 2, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/2.19.139

ἀλλὰ τίς, φασίν, ἔτι ὅρκος ἐς ἀσφάλειαν εἰρήνης ἂν γένοιτο; εἰ μὲν οὐ τυραννήσει τις, οὐδὲ ὅρκων δεῖ οὐδὲ γὰρ τοῖς πατράσιν ἡμῶν ἐδέησεν οὐδέποτε· εἰ δʼ ἐπιθυμήσει τις ἄλλος τυραννίδος, οὐδὲν πιστόν ἐστι Ῥωμαίοις πρὸς τύραννον οὐδʼ εὔορκον. καὶ τάδε προλέγομεν ἔτι ὄντες ὑπὸ τῷ κινδύνῳ καὶ προεροῦμεν ὑπὲρ τῆς πατρίδος αἰεί· καὶ γὰρ ὄντες ἐν ἀσφαλεῖ τιμῇ παρὰ Καίσαρι τὴν πατρίδα τῆς ἡμετέρας τιμῆς προετιμήσαμεν. διαβάλλουσι δʼ ἡμᾶς καὶ ἐπὶ ταῖς κληρουχίαις, ἐρεθίζοντες ὑμᾶς. εἰ δή τινες τῶν ᾠκισμένων ἢ οἰκισθησομένων πάρεστε, χαρίσασθέ μοι καὶ ἐπισημήνασθε ἑαυτούς.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
