Ancient Greek
Book 2, Chapter 21
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 2.21.150
Not analysed yet
Καίσαρι δὲ ἥ τε Ἰόνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρα, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. καὶ πρὸς ἄλλον κλύδωνα μόνος ἐν σκάφει σμικρῷ νυκτὸς ἐβιάζετο καὶ τὸν κυβερνήτην ἐκέλευε προχέαι τὰ ἱστία καὶ θαρρεῖν τῇ Καίσαρος τύχῃ μᾶλλον ἢ τῇ θαλάσσῃ. ἔς τε πολεμίους προεπήδησε μόνος ἐκ πάντων δεδιότων πολλάκις, καὶ τριακοντάκις αὐτὸς ἐν Κελτοῖς μόνοις παρετάξατο, μέχρι τετρακόσια αὐτῶν ἐχειρώσατο ἔθνη, οὕτω δή τι Ῥωμαίοις ἐπίφοβα, ὡς νόμῳ τῷ περὶ ἀστρατείας ἱερέων καὶ γερόντων ἐγγραφῆναι ʼπλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοιʼ. τότε δὲ καὶ γέροντας καὶ ἱερέας στρατεύεσθαι. περί τε τὴν Ἀλεξάνδρειαν πολεμῶν καὶ ἀποληφθεὶς ἐπὶ γεφύρας μόνος καὶ κακοπαθῶν τὴν πορφύραν ἀπέρριψε καὶ ἐς τὴν θάλασσαν ἐξήλατο καὶ ζητούμενος ὑπὸ τῶν πολεμίων ἐν τῷ μυχῷ διενήχετο λανθάνων ἐπὶ πολύ, μόνην ἐκ διαστήματος ἀνίσχων τὴν ἀναπνοήν, μέχρι φιλίᾳ νηὶ προσπελάσας ὤρεξε τὰς χεῖρας καὶ ἑαυτὸν ἔδειξε καὶ περιεσώθη. ἐς δὲ τὰ ἐμφύλια τάδε ἢ διὰ δέος, καθάπερ αὐτὸς ἔλεγεν, ἢ ἀρχῆς ἐπιθυμίᾳ συμπεσών, στρατηγοῖς τοῖς καθʼ αὑτὸν ἀρίστοις συνηνέχθη καὶ στρατοῖς πολλοῖς τε καὶ μεγάλοις, οὐ βαρβάρων ἔτι, ἀλλὰ Ῥωμαίων ἀκμαζόντων μάλιστα εὐπραξίαις καὶ τύχαις· καὶ ἁπάντων ἐκράτησε, διὰ μιᾶς καὶ ὅδε πείρας ἑκάστων ἢ διὰ δύο, οὐ μὴν ἀηττήτου καθάπερ Ἀλεξάνδρῳ τοῦ στρατοῦ γενομένου, ἐπεὶ καὶ ὑπὸ Κελτῶν ἡττῶντο λαμπρῶς, ὅθʼ ἡ μεγάλη σφᾶς συμφορὰ κατέλαβε Κόττα καὶ Τιτυρίου στρατηγούντων, καὶ ἐν Ἰβηρίᾳ Πετρήιος αὐτοὺς καὶ Ἀφράνιος συνέκλεισαν οἷα πολιορκουμένους, ἔν τε Δυρραχίῳ καὶ Λιβύῃ λαμπρῶς ἔφευγον καὶ ἐν Ἰβηρίᾳ Πομπήιον τὸν νέον κατεπλάγησαν. ὁ δὲ Καῖσαρ αὐτὸς ἦν ἀκατάπληκτος καὶ ἐς παντὸς πολέμου τέλος ἀήττητος· τήν τε Ῥωμαίων ἰσχύν, γῆς ἤδη καὶ θαλάσσης ἐκ δύσεων ἐπὶ τὸν ποταμὸν Εὐφράτην κρατοῦσαν, ἐχειρώσατο βίᾳ καὶ φιλανθρωπίᾳ πολὺ βεβαιότερον καὶ πολὺ ἐγκρατέστερον Σύλλα βασιλέα τε αὑτὸν ἀπέφηνεν ἀκόντων, εἰ καὶ τὴν προσηγορίαν οὐκ ἐδέχετο. καὶ πολέμους ἄλλους καὶ ὅδε διανοούμενος ἀνῃρέθη.