Ancient Greek
Book 2, Chapter 3
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 2.3.16
Not analysed yet
ὁ δὲ Μίλωνα, τὸν σὺν τῷ Κλωδίῳ τὴν ἀρχὴν παραδεδεγμένον, θρασύτερον ὄντα τοῦ Κλωδίου, ἐς ὑπατείαν ἐπήλπιζε καὶ ἤλειφεν ἐπὶ τὸν Κλώδιον καὶ ψηφίσασθαι τῷ Κικέρωνι κάθοδον ἐκέλευεν, ἐλπίσας τὸν Κικέρωνα ἐλθόντα περὶ μὲν τῆς παρούσης πολιτείας οὐκέτι φθέγξεσθαι μεμνημένον, οἷα ἔπαθε, δίκας δὲ καὶ πράγματα ἐποίσειν τῷ Κλωδίῳ. Κικέρων μὲν δὴ διὰ Πομπήιον ἐκπεσὼν διὰ Πομπήιον κατῄει, ἑκκαιδεκάτῳ μάλιστα μηνὶ τῆς ἐξελάσεως· καὶ αὐτῷ καὶ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἀνίστη τέλεσι κοινοῖς. λαμπρῶς δʼ αὐτὸν περὶ τὰς πύλας ὑποδεχομένων πάντων, φασὶ περὶ τὰς δεξιώσεις τὴν ἡμέραν ὅλην, οἷόν τι καὶ Δημοσθένει συνέβη κατιόντι, ἀναλῶσαι.