# Ἐμφυλίων Πρώτη 2.8.52

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 2, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/2.8.52

ὁ μὲν ὧδε εἶπεν, ὁ δὲ στρατὸς ἅπας καὶ ὅσοι ἦσαν ἀμφʼ αὐτὸν ἀπὸ τῆς βουλῆς, πολὺ καὶ γνωριμώτατον πλῆθος, εὐφήμουν ὁμοῦ καὶ ἐκέλευον ἄγειν, ἐφʼ ὅ τι χρῄζοι. ὁ δέ ʽἡγεῖτο γάρ, δυσχεροῦς ἔτι τῆς ὥρας οὔσης καὶ τῆς θαλάσσης ἀλιμένου, μετὰ χειμῶνα ἐπιπλευσεῖσθαι τὸν Καίσαρα ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαἰ τοῖς μὲν ναυάρχοις προσέταττεν ἐπιτηρεῖν τὴν θάλασσαν, τὸν δὲ στρατὸν ἐς χειμασίαν ἐπιδιῄρει καὶ περιέπεμπεν ἔς τε Θεσσαλίαν καὶ Μακεδονίαν. καὶ Πομπήιος μὲν οὕτω τοῦ μέλλοντος ἀμελῶς ἐτεκμαίρετο, ὁ δὲ Καῖσαρ, ὥς μοι προείρητο, περὶ χειμερίους τροπὰς ἐς τὸ Βρεντέσιον ἠπείγετο, νομίζων τῷ ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν·

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
