# Ἐμφυλίων Πρώτη 3.4.29

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 3, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/3.4.29

ἐφʼ οἷς ἤδη παρὰ πάντων συνεχεῖς ἐγίγνοντο καὶ φανεραὶ κατὰ τοῦ Ἀντωνίου βοαί. ἀπειλησαμένου δὲ αὐτοῦ τῷ Καίσαρι πικρότερον καὶ τῆς ἀπειλῆς ἐξενεχθείσης ἐς τὸ φανερόν, ἔτι μᾶλλον ἅπαντες ὥρμηντο· καὶ οἱ τῆς φρουρᾶς Ἀντωνίου ταξίαρχοι, ἐστρατευμένοι τε Καίσαρι τῷ προτέρῳ καὶ ἐς τὰ μέγιστα ὑπʼ Ἀντωνίου τότε προτιμώμενοι, τὴν ὕβριν αὐτὸν ἐπισχεῖν ἠξίουν καὶ διὰ σφᾶς καὶ διʼ ἑαυτόν, ὑπὸ Καίσαρι στρατευσάμενον καὶ τῶνδε τῶν οἱ παρόντων ἀγαθῶν παρʼ ἐκείνου τυχόντα. συγγιγνώσκων οὖν ὁ Ἀντώνιος ἀληθέσιν οὖσιν τούτοις καὶ τοὺς προφέροντας αὐτὰ αἰδούμενος, ἤδη δέ τι καὶ τοῦ Καίσαρος αὐτοῦ διὰ τὸν δῆμον ἐς τὴν ἀλλαγὴν τῆς Κελτικῆς δεόμενος, ὡμολόγει τοῖς λεγομένοις καὶ ἐπώμνυεν αὐτὰ καὶ οἷ πάνυ ἀβούλητα εἶναι, τῆς δὲ γνώμης τοῦ νεανίσκου ἕνεκεν μετατίθεσθαι, ἐπηρμένου τε ἐπαχθῶς ἔτι τηλικοῦδε ὄντος καὶ οὐδὲν ἔχοντος αἰδέσιμον ἢ τίμιον ἐς πρεσβυτέρους τε καὶ ἐς ἄρχοντας· ἅπερ αὐτοῦ μὲν χάριν τοῦ νεανίσκου χρῄζειν ἔτι νουθεσίας, σφῶν δὲ τῶν ταῦτα ἀξιούντων ἕνεκα αὐτὸς καθέξειν τῆς ὀργῆς καὶ ἐς τὴν προτέραν ἑαυτοῦ φύσιν τε καὶ γνώμην ἐπανήξειν, ἢν κἀκεῖνος ἀπέχηται τῆς ἀμετρίας.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
