# Ἐμφυλίων Πρώτη 4.11.88

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 4, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/4.11.88

οἱ δὲ τοὺς πολεμίους ὑπολαβόντες οὐκ ἐς κώλυσιν μὲν ὁδῶν αὑτοῖς ἀπαντᾶν, τροφῶν δὲ ἀπορίᾳ ἐς Θρᾴκην ἀντὶ Μακεδονίας ὑπερβῆναι, ἐβάδιζον ἐπὶ Λἴνου καὶ Μαρωνείας, ὅθεν ἐπὶ Λυσιμαχείας τε καὶ Καρδίας, αἳ τὸν ἰσθμὸν τῆς Θρᾳκίου χερρονήσου διαλαμβάνουσιν ὥσπερ πύλαι, μετὰ δὲ ἄλλην ἡμέραν ἐς τὸν Μέλανα κόλπον ἀφίκοντο. καὶ τὸν στρατὸν ἐξετάζουσιν αὐτοῖς ἐγένοντο πάντες ὁπλιτῶν ἐννεακαίδεκα τέλη, Βρούτου μὲν ὀκτώ, Κασσίου δὲ ἐννέα, ἐντελὲς οὐδέν, ἀλλʼ ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα, ὡς γίνεσθαι μυριάδας ὁπλιτῶν ἀμφὶ τὰς ὀκτώ. ἱππέες δὲ ἦσαν Βρούτῳ μὲν Κελτοὶ καὶ Λυσιτανοὶ τετρακισχίλιοι καὶ Θρᾷκες καὶ Ἰλλυριοὶ Παρθηνοὶ καὶ Θεσσαλοὶ δισχίλιοι, Κασσίῳ δὲ Ἴβηρές τε καὶ Κελτοὶ δισχίλιοι καὶ ἱπποτοξόται Ἄραβές τε καὶ Μῆδοι καὶ Παρθυαῖοι τετρακισχίλιοι. σύμμαχοι δὲ εἵποντο βασιλέες καὶ τετράρχαι Γαλατῶν τῶν ἐν Ἀσίᾳ, πεζόν τε ἄγοντες πολὺν ἄλλον καὶ ἱππέας ὑπὲρ πεντακισχιλίους.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
