# Ἐμφυλίων Πρώτη 4.12.92

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 4, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/4.12.92

ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. ὁ γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφʼ ἡμῖν ἀντιλαμβάνετε αὐτοί, προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς ἢ λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες ἢ τιμῶντες, ὅτε κολάσεως ἢ τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε· καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε;

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
