Ancient Greek
Book 4, Chapter 12
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 4.12.98
Not analysed yet
μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω· οὐ γὰρ ἐκείνου γε ἦμεν οὐδὲ τότε, ἀλλὰ τῆς πατρίδος, οὐδʼ οἱ διδόμενοι μισθοὶ καὶ δωρεαὶ Καίσαρος ἦσαν, ἀλλὰ τοῦ κοινοῦ, ἐπεὶ οὐδὲ νῦν ἐστε Κασσίου στρατὸς οὐδὲ Βρούτου μᾶλλον ἢ Ῥωμαίων· ἡμεῖς δʼ ἐσμὲν ὑμῖν συστρατιῶται, Ῥωμαίων στρατηγοί. καὶ εἰ τόδε καὶ οἱ πολεμοῦντες ἡμῖν ἐφρόνουν, ἐνῆν ἀκινδύνως ἅπασι τὰ ὅπλα καταθέσθαι καὶ τοὺς στρατοὺς πάντας ἀποδοῦναι τῇ πόλει, κἀκείνην ἑλέσθαι τὰ συνοίσοντα· καὶ εἰ δέχονται ταῦτα, προκαλούμεθα. ἐπεὶ δὲ οὐ δέχονται, οὐδʼ ἂν δέξαιντο ἔτι διὰ τὰς προγραφὰς καὶ ὅσα ἄλλα ἔδρασαν, ἴωμεν, ὦ συστρατιῶται, μετά τε πίστεως ὑγιοῦς καὶ προθυμίας ἀδόλου στρατευσόμενοι Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ μόνοις ὑπὲρ ἐλευθερίας.