Ancient Greek
Book 4, Chapter 15
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 4.15.116
Not analysed yet
ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν διʼ ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλομενοι τὰ μὲν ἔδρων, τὰ δὲ ἔπασχον. νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δʼ ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. καὶ εἰσὶν αὐτῶν, οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας, λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων ἐξήνεγκεν ἐπὶ τὴν γῆν. πολὺ δʼ ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν συμφορῶν ἡσσώμενον. ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. καὶ τοὺς μὲν ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι. τοιοῦτο μὲν δὴ πάθος τῆς αὐτῆς ἡμέρας τῇ περὶ Φιλίππους μάχῃ κατὰ τὸν Ἰόνιον ἐπεγίγνετο, εἴτε ναυάγιον εἴτε ναυμαχίαν ὀνομάσαι χρή· καὶ ἐξέπλησσε τὸ συγκύρημα τῶν ἔργων ὕστερον ἐπιγνωσθέν.