# Ἐμφυλίων Πρώτη 4.16.127

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 4, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/4.16.127

οὕτω μὲν ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος παρώτρυνον, ἐφʼ οὓς παραγένοιντο. καὶ πᾶσιν ἦν αἰδὼς ἀξίοις τε φανῆναι τῶν στρατηγῶν καὶ τὴν ἀπορίαν ἐκφυγεῖν, ὑπεραυξηθεῖσαν ἐκ παραλόγου διὰ τὰ ἐν τῷ Ἰονίῳ γενόμενα. ᾑροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τί παθεῖν μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι. ὧδε δὲ ἐχόντων αὐτῶν καὶ πρὸς τὸν ἐγγὺς αὐτὰ ἐκφέροντος ἑκάστου, ὁ θυμὸς ἀμφοτέρων ηὔξετο μάλιστα καὶ ἐνεπίμπλαντο τόλμης ἀκαταπλήκτου· οὐδέν τε ἐν τῷ παρόντι ἀλλήλων ὅτι ἦσαν πολῖται οὐδὲ ἐπεμέμνηντο, ἀλλʼ ὡς ἐκ φύσεως καὶ γένους ἐχθροῖς ἐπηπείλουν. οὕτως ἡ παραυτίκα ὀργὴ τὸν λογισμὸν αὐτοῖς καὶ τὴν φύσιν ἔσβεσεν. ἐπεμαντεύοντο δὲ ὁμαλῶς ἑκάτεροι τήνδε τὴν ἡμέραν ἐν τῷδε τῷ ἔργῳ πάντα τὰ Ῥωμαίων πράγματα κρινεῖν. καὶ ἐκρίθη.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
