# Ἐμφυλίων Πρώτη 4.17.130

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 4, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/4.17.130

ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν· Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν, ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
