Ancient Greek
Book 4, Chapter 6
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 4.6.45
Not analysed yet
Σέργιος δὲ ἐκρύφθη παρʼ αὐτῷ Ἀντωνίῳ, μέχρι Πλάγκον ὑπατεύοντα ὁ Ἀντώνιος ἔπεισε κάθοδον αὐτῷ ψηφίσασθαι. καὶ ἐπὶ τῷδε ὁ Σέργιος ὕστερον, ἐν τῇ Καίσαρος καὶ Ἀντωνίου στάσει, τῆς βουλῆς ψηφιζομένης εἶναι πολέμιον τὸν Ἀντώνιον, μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς. καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.