# Ἐμφυλίων Πρώτη 4.7.53

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 4, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/4.7.53

Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δʼ ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾔτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων, οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
