Ancient Greek
Book 4, Chapter 9
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 4.9.66
Not analysed yet
Ῥοδίων δὲ οἱ μὲν ἐν λόγῳ μᾶλλον ὄντες ἐδεδοίκεσαν Ῥωμαίοις μέλλοντες ἐς χεῖρας ἰέναι, ὁ δὲ λεὼς ἐμεγαλοφρονεῖτο, ἐπεί οἱ καὶ παλαιῶν ἔργων πρὸς οὐχ ὁμοίους ἄνδρας ἐμνημόνευον. ναῦς τε καθεῖλκον τὰς ἀρίστας σφῶν τρεῖς καὶ τριάκοντα. καὶ τάδε πράσσοντες ἔπεμπόν τινας ἐς Μύνδον ὅμως, οἳ τὸν Κάσσιον ἠξίουν μήτε Ῥόδου καταφρονεῖν, πόλεως ἀμυναμένης ἀεὶ τοὺς καταφρονήσαντας, μήτε συνθηκῶν, αἳ Ῥοδίοις εἰσὶ καὶ Ῥωμαίοις, ὅπλα μὴ φέρειν ἐπὶ ἀλλήλους· εἰ δέ τι περὶ συμμαχίας ἐπιμέμφοιτο, ἐθέλειν παρὰ τῆς Ῥωμαίων βουλῆς πυθέσθαι, καὶ κελευούσης ἔφασαν συμμαχήσειν. οἱ μὲν δὴ τοιάδε μάλιστα ἔλεγον, ὁ δὲ τὰ μὲν ἄλλα τὸν πόλεμον ἀντὶ λόγων ἔφη κρινεῖν, τὰς δὲ συνθήκας κελεύειν ὅπλα μὴ φέρειν ἐπʼ ἀλλήλους, καὶ ἐπενηνοχέναι Ῥοδίους Κασσίῳ, Δολοβέλλᾳ συμμαχοῦντας, κελεύειν δὲ ἀλλήλοις συμμαχεῖν, Κασσίῳ δὲ δεομένῳ εἰρωνεύεσθαι τὰ περὶ τῆς Ῥωμαίων βουλῆς, φευγούσης καὶ ἁλωμένης ἐν τῷ παρόντι διὰ τοὺς ἐν ἄστει τυράννους, οἳ δώσουσι μὲν αὐτοὶ δίκας, δώσουσι δὲ καὶ Ῥόδιοι τὰ ἐκείνων προτιμῶντες, ἢν μὴ θᾶσσον ἀνέχωνται τῶν κελευομένων. ὧδε μὲν ὁ Κάσσιος αὐτοὺς ἠμείψατο, καὶ οἱ εὖ φρονοῦντες Ῥοδίων μᾶλλον ἐδεδοίκεσαν· τὸ δὲ πλῆθος ἐδημαγώγουν Ἀλέξανδρός τε καὶ Μνασέας ἀναμιμνήσκοντες, ὅτι καὶ Μιθριδάτης πλέοσι ναυσὶν ἐπιπλεύσειε τῇ Ῥόδῳ καὶ Δημήτριος ἔτι πρὸ τοῦ Μιθριδάτου.