# Ἐμφυλίων Πρώτη 5.11.103

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 5, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/5.11.103

ἑτοίμου δὲ τοῦ στόλου γενομένου, αὖθις ὁ Καῖσαρ ἀνήγετο καὶ ἐς Ἱππώνειον παραπλεύσας δύο μὲν τέλη πεζῶν Μεσσάλαν ἔχοντα περᾶν ἐκέλευσεν ἐς Σικελίαν ἐπὶ τὸ Λεπίδου στρατόπεδον καὶ σταθμεύειν ἐς τὸν κόλπον διελθόντα τὸν εὐθὺ Ταυρομενίου, τρία δʼ ἔπεμπεν ἐπὶ Στυλίδα καὶ πορθμὸν ἄκρον ἐφεδρεύειν τοῖς ἐσομένοις· ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε. καὶ ὁ μὲν περιέπλει διεσκευασμένος ἐς μάχην ὁμοῦ καὶ εἰρεσίαν· καὶ τὰ πεζὰ αὐτῷ παρωμάρτει, προερευνώντων τήν τε γῆν ἱππέων καὶ λιβυρνίδων τὴν θάλασσαν. καὶ ὁ Καῖσαρ ὧδε ἔχοντι ἐξ Ἱππωνείου ἐπιδραμὼν ἐπιφαίνεται κατὰ τὸ Σκυλάκιον, καὶ τὴν εὐταξίαν ἀποδεξάμενος ἐπανῆλθεν ἐς τὸ Ἱππώνειον. ὁ δὲ Πομπήιος, ὥς μοι προείρηται, τάς τε ἐς τὴν νῆσον ἀποβάσεις ἐφύλασσεν ἁπάσας καὶ τὰς ναῦς ἐν Μεσσήνῃ συνεῖχεν ὡς βοηθήσων, ὅποι δεήσειεν.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
