# Ἐμφυλίων Πρώτη 5.8.69

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 5, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/5.8.69

ὁ δʼ Ἀντώνιος ἐδίδασκε τοὺς Λίβωνος οἰκείους Λίβωνα καλεῖν ἐκ Σικελίας ἐπὶ συνησθήσει τοῦ κήδους, ἐργασόμενόν τι καὶ μεῖζον· τὸ δʼ ἀσφαλὲς τῷ Λίβωνι ἀνεδέχετο αὐτός. οἱ μὲν δὴ ταχέως ἐπέστελλον, καὶ ὁ Πομπήιος τῷ Λίβωνι συνεχώρει. ἀφικόμενος δὲ ὁ Λίβων ἐς νῆσον ὡρμίσθη τὰς Πιθηκούσας, ἣ νῦν ἐστιν Αἰναρία. καὶ μαθὼν ὁ δῆμος αὖθις ἠθροίζετο καὶ παρεκάλει σὺν ὀλοφύρσει τὸν Καίσαρα πέμψαι Λίβωνι πίστιν, πρεσβεύειν ἐθέλοντι πρὸς αὐτὸν ὑπὲρ εἰρήνης. καὶ ὁ μὲν ἄκων ἔπεμπεν, ὁ δὲ δῆμος καὶ Μουκίαν, τὴν μητέρα τοῦ Πομπηίου, καταπρήσειν ἀπειλοῦντες, ἐξέπεμπον ἐργασομένην διαλύσεις. Λίβων μὲν δὴ συνεὶς τῶν ἐχθρῶν ἐνδιδόντων ἠξίου τοὺς ἡγεμόνας αὐτοὺς συνελθεῖν ὡς ἀλλήλοις ἐνδώσοντας, ὅ τι ἂν δοκῇ· βιασαμένου δὲ καὶ ἐς τοῦτο τοῦ δήμου, ἐξῄεσαν ἐς Βαΐας ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
