# Ἐμφυλίων Πρώτη 5.9.86

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, Book 5, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-3/5.9.86

ὁ μὲν δὴ Καῖσαρ ἐξήλατο τῆς νεὼς ἐπὶ τὰς πέτρας καὶ τοὺς ἐκνέοντας ἐκ τῆς θαλάσσης ἀνελάμβανε καὶ ἐς τὸ ὄρος ἄνω παρέπεμπε· Κορνιφίκιος δὲ καὶ ὅσοι ἄλλοι στρατηγοὶ ἦσαν αὐτοῦ, παρακαλέσαντες ἀλλήλους, ἄνευ προστάγματος ἀπέρρηξαν τὰ ἀγκύρια καὶ ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους, ὡς δέον τι δρῶντας παθεῖν μᾶλλον ἢ ἑστῶτας ἀμαχεὶ τοῖς ἐπιχειροῦσι προκεῖσθαι. τόλμῃ τε παραβόλῳ πρῶτον ὁ Κορνιφίκιος τὴν ναυαρχίδα τοῦ Δημοχάρους κατέσεισε καὶ εἷλε. καὶ Δημοχάρης μὲν ἐς ἑτέραν ἐξήλατο, τοιούτου δὲ ὄντος τοῦ πόνου καὶ τοῦ φθόρου ἐπεφαίνοντο ἐκ πόντου προσπλέοντες ἤδη Καλουίσιός τε καὶ Μηνόδωρος. καὶ αὐτοὺς οἱ μὲν τοῦ Καίσαρος οὐχ ἑώρων οὔτε ἀπὸ γῆς οὔτε ἐκ θαλάσσης, πελαγιώτεροι δὲ ὄντες οἱ τοῦ Πομπηίου κατεῖδον καὶ ἰδόντες ἀνεχώρουν· συνεσκόταζε γὰρ ἤδη, καὶ κεκμηκότες ἀκμῆσιν οὐκ ἐθάρρουν συμπλέκεσθαι.

---

Appian of Alexandria, Ἐμφυλίων Πρώτη, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg017.local001/.
