# ἐκ τῆς Κελτῖκης Fragment III

Appian of Alexandria, ἐκ τῆς Κελτῖκης, Fragment III. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-4/Fragment%20III

ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην, αἰτιώμενος τοὺς Φαβίους ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν. ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίγνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους, καὶ τοῖς πρεσβεύουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη. τοῦ δʼ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπʼ ἐκείνῳ, νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην. ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην, αἰτιώμενος τοὺς Φαβίους ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν. ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίγνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους, καὶ τοῖς πρεσβεύουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη. τοῦ δʼ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπʼ ἐκείνῳ, νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην.

---

Appian of Alexandria, ἐκ τῆς Κελτῖκης, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg005.local001/.
