Ancient Greek
Chapter 1
Appian of Alexandria, Ἰβηρική 1.4
Not analysed yet
πρὸς γὰρ δὴ Καρχηδονίους Ῥωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ Ἰβηρίας ἐν Ἰβηρίᾳ, ἐν ᾧ καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν Ἰταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθʼ ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δʼ ἐκ τοιᾶσδε προφάσεως. Ἀμίλχαρ ὁ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων ὁ Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν ᾧ πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ Ῥωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας ὁ Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας ὁ τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπʼ αὐτοὺς αἱρεθῆναι μετʼ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.