# Ἰβηρική 15.93

Appian of Alexandria, Ἰβηρική, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-5/15.93

οἱ δὲ Νομαντῖνοι πολλάκις μὲν τοῖς φυλάσσουσιν ἐπεχείρουν, ἄλλοτε ἄλλῃ κατὰ μέρη, ταχεῖα δʼ αὐτίκα καὶ καταπληκτικὴ τῶν ἀμυνομένων ἡ ὄψις ἦν, σημείων τε ὑψηλῶν πανταχόθεν αἰρομένων καὶ ἀγγέλων διαθεόντων, καὶ τῶν τειχομάχων ἀθρόως ἀναπηδώντων ἐς τὰ τείχη, σαλπικτῶν τε κατὰ πάντα πύργον ἐξοτρυνόντων, ὥστε τὸν κύκλον ὅλον εὐθὺς ἅπασιν εἶναι φοβερώτατον, ἐς πεντήκοντα σταδίους ἐπέχοντα ἐν περιόδῳ. καὶ τόνδε τὸν κύκλον ὁ Σκιπίων ἑκάστης ἡμέρας τε καὶ νυκτὸς ἐπισκοπῶν περιῄει. ὁ μὲν δὴ τοὺς πολεμίους ὧδε συγκλείσας οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν, οὔτε τροφῆς ἔτι προσιούσης σφίσιν οὔτε ὅπλων οὔτʼ ἐπικουρίας·

---

Appian of Alexandria, Ἰβηρική, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg007.local001/.
