# Ἰβηρική 15.96

Appian of Alexandria, Ἰβηρική, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-5/15.96

μετὰ δʼ οὐ πολὺ πάντων αὐτοὺς τῶν ἐδεστῶν ἐπιλιπόντων, οὐ καρπὸν ἔχοντες, οὐ πρόβατον, οὐ πόαν, πρῶτα μέν, ὥσπερ τινὲς ἐν πολέμων ἀνάγκαις, δέρματα ἕψοντες ἐλιχμῶντο, ἐπιλιπόντων δʼ αὐτοὺς καὶ τῶν δερμάτων ἐσαρκοφάγουν ἕψοντες τὰ ἀνθρώπεια, πρῶτα μὲν τὰ τῶν ἀποθνησκόντων κοπτόμενα ἐν μαγειρείοις, ἐπὶ δʼ ἐκείνοις τῶν νοσούντων κατεφρόνουν, καὶ τοὺς ἀσθενεστέρους ἐβιάζοντο οἱ δυνατώτεροι. κακῶν τε οὐδὲν αὐτοῖς ἀπῆν, ἠγριωμένοις μὲν τὰς ψυχὰς ὑπὸ τῶν τροφῶν, τεθηριωμένοις δὲ τὰ σώματα ὑπὸ λιμοῦ καὶ λοιμοῦ καὶ κόμης καὶ χρόνου. οὕτω δʼ ἔχοντες αὑτοὺς ἐπέτρεπον τῷ Σκιπίωνι. ὁ δʼ ἐκέλευεν αὐτοὺς τῆς μὲν ἡμέρας ἐκείνης συνενεγκεῖν τὰ ὅπλα ἔνθα συνέταξε, τῆς δʼ ἐπιούσης προσελθεῖν ἐς ἕτερον χωρίον. οἱ δʼ ὑπερεβάλοντο τὴν ἡμέραν, ομολογήσαντες ὅτι πολλοὶ τῆς ἐλευθερίας ἔτι ἔχονται καὶ ἐθέλουσιν αὑτοὺς ἐξαγαγεῖν τοῦ βίου. τὴν οὖν ἡμέραν ᾔτουν ἐς τοῦ θανάτου τὴν διάθεσιν.

---

Appian of Alexandria, Ἰβηρική, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg007.local001/.
