# Ἰβηρική 6.29

Appian of Alexandria, Ἰβηρική, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-5/6.29

Λεύκιος δʼ ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ, καὶ ἐλπίζων ὧδε ἔσεσθαι, Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεάς τε φέροντα, καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας, καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσι, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετό τε ποιήσειν, καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι, καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενός τε, καὶ μέγα ποιούμενος ἐπὶ Καρχηδονίοις προσλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα, ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ.

---

Appian of Alexandria, Ἰβηρική, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg007.local001/.
