# ἐκ τῆς Ἰταλικῆς Fragment IX

Appian of Alexandria, ἐκ τῆς Ἰταλικῆς, Fragment IX. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-7/Fragment%20IX

ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας, ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ, καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου. καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας, ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ, καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου. καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον.

---

Appian of Alexandria, ἐκ τῆς Ἰταλικῆς, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg003.local001/.
