# Λιβυκή 10.67

Appian of Alexandria, Λιβυκή, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-8/10.67

καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δʼ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δʼ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονιων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.

---

Appian of Alexandria, Λιβυκή, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg009.local001/.
