# Λιβυκή 12.82

Appian of Alexandria, Λιβυκή, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-8/12.82

τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δʼ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δʼ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν, καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δʼ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν·

---

Appian of Alexandria, Λιβυκή, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg009.local001/.
