# Λιβυκή 3.16

Appian of Alexandria, Λιβυκή, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-8/3.16

καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ μὲν ἐλύπει πολλὰ δʼ ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δʼ ἐπαίρων μέγιστα, καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων, δρεπάνοις τε περισπῶν ὅσαι βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν. οἱ δὲ τὰ μὲν χώματα ὑπετάφρευον, καὶ τὰ δρέπανα βρόχοις παρῆγον, καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλλοντες ἐπικαρσίας δοκούς· ἐς δὲ τὰς μηχανὰς ἐξεπήδων μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον. ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν, ἐς πολιορκίαν αὐτῆς καθίστατο.

---

Appian of Alexandria, Λιβυκή, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg009.local001/.
