# Λιβυκή 8.49

Appian of Alexandria, Λιβυκή, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-8/8.49

οὔπω δὲ οὔτε Καρχηδόνιοι τῶνδε οὔτε Ῥωμαῖοι πυθόμενοι, οἱ μὲν ἐπέστελλον Μάγωνι, ξενολογοῦντι ἔτι Κελτούς, ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, εἰ δύναιτο, ἢ ἐς Λιβύην μετὰ τῶν μισθοφόρων καταπλεῦσαι, οἱ δέ, τῶνδε τῶν γραμμάτων ἁλόντων καὶ ἐς Ῥώμην κομισθέντων, στρατιὰν ἄλλην καὶ ἵππους καὶ ναῦς καὶ χρήματα ἔπεμπον τῷ Σκιπίωνι. ὁ δὲ ἤδη τῇ Καρχηδόνι κατὰ μὲν τὴν γῆν ἐπέπεμπεν Ὀκτάουιον, ταῖς δὲ ναυσὶν αὐτὸς ἐπέπλει. καὶ οἱ Καρχηδόνιοι τὴν ἧσσαν Ἀννίβου πυθόμενοι, πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ ἔριφος· οἳ τὸ κηρύκειον ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρᾴρας, καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφʼ ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν. οἱ δὲ μετʼ οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ ἔριφος εἶπεν·

---

Appian of Alexandria, Λιβυκή, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg009.local001/.
