# Ἀννιβαϊκή 9.60

Appian of Alexandria, Ἀννιβαϊκή, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text/9.60

μετὰ δὲ τοῦτο ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δʼ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τε τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγών, τοῖς τε ὑπηκόοις αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις· ἅτε γὰρ καὶ τέως αὐτοῖς οὐκ ἐπʼ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι κατεφρόνησεν ὡς πολεμίων.

---

Appian of Alexandria, Ἀννιβαϊκή, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg008.local001/.
