# Φαινόμενα 2.1021-1063

Aratus, Φαινόμενα, Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.1021-2.1063. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aratus-astron-et-epic/text/2.1021

καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
οὐδʼ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
ἀλλʼ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται·
οὐδʼ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
μηδʼ, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται,
καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο,
ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,
πιστεύειν χειμῶνι. τί τοι λέγω ὅσσα πέλονται
σήματʼ ἐπʼ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέθρῃ
αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο,
καὶ λύχνῳ χιόνος, κέγχροις ὅτʼ ἐοικότα πάντη
κύκλῳ σήματʼ ἔχει πυριλαμπέος έγγύθι μύξης,
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπρὴ
φαίνηται νεφέλη, πυρὸς ἔνδοθεν αἰθομένοιο.
πρῖνοι δʼ αὖ καρποῖο καταχθέες οὐδὲ μέλαιναι
σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ.
πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,
τηλοτέρω δʼ αὐχμοῖο συνασταχύοιεν ἄρουραι.
τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθʼ ἑκάστη
ἑξείης ἀρότῳ. καὶ γάρ τʼ ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπʼ ἀμφότερʼ ἄκρα·
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνῳ γʼ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη,
τῷ δέ γʼ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση.
αὕτως δʼ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ
σήματʼ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο.
ὅσσα δʼ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.

---

Aratus Solensis, Φαινόμενα, ed. Gilbert Robinson Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0653.tlg001.local001/.
