# Φαινόμενα 2.1064-1107

Aratus, Φαινόμενα, Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.1064-2.1107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aratus-astron-et-epic/text/2.1064

αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
πάντη βεβρίθωσι, καὶ ἑσπαρίων προπάροιθεν
πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότʼ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γʼ ἄρσενα πάντα
δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,
αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν.
χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς
ὥριον ἐρχομέναις, ὁ δʼ ἀώριος αὐτίκα μᾶλλον·
αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν·
πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν
πρώιον· αὐτὰρ ὅτʼ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
πλειότερον φορέονται ἐπὶ χρόνον οὐδʼ ἅμα πολλαί,
ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ἀρύσσωσιν, κεφαλὰς δʼ ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν.
μὴ δὲ λίην ὀρύχοιεν· ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτʼ ἀρότοισιν.
ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐν ἀρούραις,
μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ,
ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ.
οἱ δʼ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί·
μηδʼ εἷς μήτε δύω μήτε πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπʼ αὐχμηρῷ ἐνιαυτῷ.
οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
ἐκ νήσων ὅτε πολλαἰ ἐπιπλήσσωσιν ἀρούραις,
ἐρχομένου θέρεος χαίρει· περιδείδιε δʼ αἰνῶς
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ
αὐχμῷ ἀνιηθείς. χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.
οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομεν ἄνθρωποι. τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματʼ ἐπιγνῶναι καὶ ἐσαυτίκα ποιήσασθαι.
Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,
ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,
ἄλλοι δʼ ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·

---

Aratus Solensis, Φαινόμενα, ed. Gilbert Robinson Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0653.tlg001.local001/.
