Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.1108-2.1154
Aratus Astron. et Epic., Φαινόμενα 2.1108-1154
Not analysed yet
ἢ ὁπότʼ ἄλλοθεν ἄλλοι ἀναπλήσσωσι πόδεσσιν
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·
ἢ καὶ ὅτʼ ἐξ ἀγἐλης ἀεκούσια κινήσωσιν
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῇσι κελευόμενα λιθάκεσσιν.
ἐκ δὲ βοῶν ἐπύθοντʼ ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος· ἐπεὶ βόες ὁππότε χηλὰς
γλώσσῃ ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται,
ἢ κοίτῳ πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετʼ ἀροτρεύς.
οὐδʼ ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην,
σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.
οὐδʼ αἶγες πρίνοιο περισπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῷ ἐπιμαργαίνουσαι.
καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,
ἢ ὅγʼ ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.
οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο
ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο,
αὐτὴν ἢ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτʼ ἐς ἠῶ.
ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότες ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις·
οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ᾤχετο χέρσον,
χειμῶνος μέλλοντος ἐπαΐσσεσθαι ὁδοῖο.
καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται, ὅτʼ ὄμβρου σήματα φαίνοι.
τῶν μηδὲν κατόνοσσο· καλὸν δʼ ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δυοῖν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι, τριτάτῳ δέ κε θαρσήσειας.
αἰεὶ δʼ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ
σήματα, συμβάλλων εἴ που καὶ ἐπʼ ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι, μάλα δʼ ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
τετράδας ἀμφοτέρας· αἱ γάρ τʼ ἄμυδις συνιόντων
μηνῶν πείρατʼ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει, χήτει χαροποῖο σελήνης.
τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπʼ αἰθέρι τεκμήραιο.