# Φαινόμενα 2.838-883

Aratus, Φαινόμενα, Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.838-2.883. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aratus-astron-et-epic/text/2.838

εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
εἰ δέ οἱ ἤ ἀνιόντος ἢ αὐτίκα δυομένοιο
ἀκτῖνες συνίωσι καὶ ἀμφʼ ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γʼ ἐς ἠῶ
ἔρχηται παρὰ νυκτός, ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.
μηδʼ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσιν,
τὴν δὲ μέτʼ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ,
ἀμνηστεῖν ὑετοῖο. πολὺς δʼ ὅτε οἱ περὶ κύκλος
οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο, καὶ ἄψ ἐπὶ μεῖον ἴῃσιν,
εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ
ὠχρήσαι κατιών. ἀτὰρ ὕδατος ἡμερινοῖο
γινομένου κατότισθε περὶ νέφεα σκοπέεσθαι
κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο.
ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα
ἠέλιον νεφέλη, ταὶ δʼ ἀμφί μιν ἔνθα καὶ ἔνθα
ἀκτῖνες μεσσηγὺς ἐλισσόμεναι διχόωνται,
ἦ τʼ ἂν ἔτʼ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
εἰ δʼ ὁ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτʼ οἰχομένοιο
πλησίαι ἑστήκωσιν ἐρευθέες οὔ σε μάλα χρὴ
αὔριον οὐδʼ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο·
ἀλλʼ ὁπότʼ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπʼ οὐρανόθεν τανύωνται,
οἶον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺ
ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.
οὐδʼ, ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπʼ ἤματι κείνῳ ἄρουραι.
μηδʼ αὕτως, ἔτʼ ἐόντι πέρην ὁπότε προταθεῖσαι
ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό,
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
ἀλλʼ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφʼ ὕδατι σημαίνοιεν·
εἰ δʼ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,
ἦ τʼ ἂν ἐπερχομένοιο περιδνοφέοιντʼ ἀνέμοιο.
οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι· δύο δʼ ἂν χαλεπώτεραι εἶεν.
σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο,
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
ἢ νότον ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν,
μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.

---

Aratus Solensis, Φαινόμενα, ed. Gilbert Robinson Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0653.tlg001.local001/.
