# Fragmenta 3

Aratus Sicyonius, Fragmenta, Dfhg-Source dfhg3_ARATUS_SICYONIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aratus-sicyonius/fragmenta/3

Τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι (Ἄρατος) διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων, ἐπεχείρησε τὸν Πειραιᾶ καταλαβεῖν. Αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς Ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθ ̓ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν. Ἐκεῖνον γὰρ ἰδίᾳ τῷ Πειραιεῖ προσβαλόντα καὶ τῆς κλίμακος συντριβείσης διωκόμενον ὀνομάζειν καὶ καλεῖν συνεχῶς Ἄρατον ὥσπερ παρόντα, καὶ διαφυγεῖν οὕτως ἐξαπατήσαντα τοὺς πολεμίους. Οὐ μὴν δοκεῖ πιθανῶς ἀπολογεῖσθαι. Τὸν γὰρ Ἐργῖνον, ἄνθρωπον ἰδιώτην καὶ Σύρον, ἀπ ̓ οὐδενὸς ἦν εἰκότος ἐπὶ νοῦν βαλέσθαι τὴν τηλικαύτην πρᾶξιν, εἰ μὴ τὸν Ἄρατον εἶχεν ἡγεμόνα καὶ παρ ̓ ἐκείνου τὴν δύναμιν καὶ τὸν καιρὸν εἰλήφει πρὸς τὴν ἐπίθεσιν. Ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος οὐ δὶς οὐδὲ τρὶς, ἀλλὰ πολλάκις, ὥσπερ οἱ δυσέρωτες, ἐπιχειρήσας τῷ Πειραιεῖ καὶ πρὸς τὰς διαμαρτίας οὐκ ἀποκαμὼν, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων πρὸς τὸ θαρρεῖν ἀνακαλούμενος. Ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων· καὶ τομὰς ἔλαβε πολλὰς θεραπευόμενος καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας.

---

ARATUS SICYONIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2162.tlg003.local002/.
