# Fragmenta 4

Aratus Sicyonius, Fragmenta, Dfhg-Source dfhg3_ARATUS_SICYONIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aratus-sicyonius/fragmenta/4

(Ἄρατος) τρέπεται πρὸς ἔργον οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴσχιστον δ ̓ ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπ ̓ αὐτοῦ καὶ πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλλάδα καλεῖν, καὶ Μακεδόνων ἐμπιπλάναι τὴν Πελοπόννησον, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξήλασεν, ἐλευθερώσας τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος, τουτονὶ δὲ αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία, δι ̓ ὦν ἀπολέλοιπεν Ὑπομνημάτων. Καίτοι πολλὰ παθεῖν καὶ παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ Μακεδόνων· εἶτα τούτους ἐπὶ τὴν πατρίδα ... εἰσήγαγεν κτλ.

---

ARATUS SICYONIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2162.tlg003.local002/.
