# De Accentibus [Sp.] 48.5-50.2

Arcadius, De Accentibus [Sp.], 48.5 to 50.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arcadius/de-accentibus-sp/48.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arcadius/de-accentibus-sp/48.5

Τὰ εἰς ὠς καθαρὸν ὑπὲρ δύο συλλαβὰς, τῇ ὠ τῷ ὠ διφθόγγῳ καταχρηστικῇ παραληγόμενα, προπαραοξύνεται, σπάται, πατρώος, ἡρώος, ἀχελώος, αἰδῶος. τὸ δὲ κολρὸς ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ μέντοι λαγῶος καὶ πατρῶος ὀξύνονται, διότι οὐκ ἔχουσι τὸ ἠ προσγεγραμμένον. Πᾶν εἰς ὠς καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ ἠ διφθόγγῳ παραληγομένον, εἰ ἀπὸ ὀξυτονουμέ- νου θηλυκοῦ γένοιτο, προπερισπάται, ἀρχὴ ἀρ-χαῖος, ἄλκη ἄλκαῖος, κορυφὴ κορυφαῖος. τὸ μέν-τοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρήκται,ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸπερισπῶσιν. Τὰ εἰς μαιος προπερισπάται, εἰ μὴ διαστολὴγένοιτο ἢ κύριον εἴη σύνθετον, πυγμαῖος, ῥώ-μαιος, πτολεμαῖος, ἑρμαῖος. τὸ δὲ ἑρμαιος κύριονπροπαροξύνεται, καὶ τὸ φιλορῶμαιος σύνθετον ὄν.τὸ δὲ τίμαιος σεσημεῖωται. Τὰ διὰ τοῦ αἰος ὑπερτρισύλλαβα περισπάται,εἰ μὴ διαστολὴ τις εἴη, ἢ σύνθετον ὑπάρχοι, ἀθη-ναῖος, εἰρηναιός, ἄρουραῖος. τὸ ἐρυσίχαιος προ-παροξύνεται. τὸ δὲ ἀθῆναιος κύριον προπαροξύ-νεται εἰς διαστολὴν. Ἐτι τὰ διὰ τοῦ δαιος περισπάται, ἰουδαῖος,χουδαῖος, χαλδαῖος. Ἐτι τὰ διὰ τοῦ αἰος ἔθνηκα, ἀθηναῖος, θη-βαῖος, ῥωμαῖος. σεσημεῖωται τὸ ἀχαιοὺς ὀξυνόμ-νον, καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον. Ἐτι τὰ τρισύλλαβα ἀπὸ α ψιλουμένου ἀρχό-μενα, ἄλμαιός, ἄλκμαιος. Ἐτι τὰ διὰ τοῦ λαιος, ὕλαιος, βευλαῖος, θη-λαῖος. τὸ δὲ δεῖλαιος καὶ φύλαιος προπαροξύνεται. Ἐτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχον-τα, ἐπιπόλαιος, ἢ ἀπὸ ἐπιρρήματος, ὥσπερ τὸπάλαιος ἀπὸ τοῦ πάλαι, καὶ τὰ κατὰ διαστολὴνγινόμενα. παλαιὸς τὸ κύριον, παλαιὸς δὲ τὸ ἐπι-θετον. Τὰ ἀπὸ ἐπιρρήματων προπερισπῶνται, χύδην χυδαῖος, ἄντην ἄνταιος. τὸ μέντοι μάτην μάταιος, καὶ τὸ βέβαιος παρὰ τὸ βέβηκα. τὰ δὲ παρώνυμα παρ’ ουδετέρων γινόμενα ὀξύνεται, γῆρας γηδραῖος, κράτος κραταιός, ὕδωρ ὕδραιός. Τὰ εἰς εἰος καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ ἠ, προπαραξύνεται, θήρειος, μήλειος, χήνειος, κήλειος, ὁ καυστικός. τὸ μέντοι ἠλέϊος, ἠδεῖος, προπερισπᾶται, οὐκ ἀπὸ συμφώνου ἀρχόμερα. τὸ δὲ κτητεῖος, πληνεῖος, ὀξύνεται ὡς κῡριον· καὶ τὸ μήδειος κύριον προπαραξύνεται.

---

Arcadius, De Accentibus [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000331.
