# Fragmenta 270.1-271.1

Archedemus, Fragmenta, 270.1 to 271.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archedemus/fragmenta/270.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archedemus/fragmenta/270.1

1 Strabo XIV p. 674. ἄνδρες δ’ ἐξ αὐτῆς (scil. τῆς Ταρσοῦ) γεγόνασι τῶν μὲν Στωϊκῶν ’Αντίπατρος τε καὶ ’Αρχέδημος καὶ Νέστωρ etc. 2 Plutarchus de exilio 14 p. 605b. ὁ δ’ ’Αθηναῖος ’Αρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωϊχὴν διαδοχὴν ἀπέλιπε. 3 Arrianus Epict. dissert. II 17, 40. οὐδ’ ἐγγὺς ἐσόμεθα τοῦ προ-κόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν ’Αντιπάτρου καὶ ’Αρχεδήμου διέλθωμεν. II 4, 11. „ἀλλὰ φιλόλογός εἰμι καὶ ’Αρχεδήμου νοῶ.“ ’Αρχέδη-μον τοίνυν νοῶν μοιχὸς ἔστι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πύθηνος. τί γὰρ κωλύει; 4 Arrianus Epict. dissert. III 2, 13. εἰ Χρύσιππον ἀνέγνως ἢ ’Αντίπατρον. εἰ μὲν γὰρ καὶ ’Αρχέδημον, ἄπεχεις ἅπαντα. III 21, 7. καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια, ὡς οὐ-δεὶς .. τὴν λέξιν διαλύσω καθαρώτατα· προσθήσω ἂν που καὶ ’Αντι-πάτρου καὶ ’Αρχεδήμου φοράν. 5 Diog. Laërt. VII 40. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάτ-τουνσι, δεύτερον δὲ τὸ φυσικὸν καὶ τρίτον τὸ ἠθικόν· ὧν ἕστι — καὶ ’Αρχέδημος. 6 Diocles Magnes apud Diog. Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἢ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὡς φησὶν ’Αρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ etc. — — πᾶν γὰρ τὸ ποιῶν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσι ἀπὸ τῶν φωνούντων. 7 Demetrius de elocutione 34 (Vol. III p. 269, 19 Spengel). τὸ δὲ κῶλον ’Αριστοτέλης οὕτως ὁρίζει „κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου“. εἴτα ἐπιφέρει· „γίνεται δὲ καὶ ἀπλῆ περίοδος“. — — ὁ δὲ ’Αρχέδημος συλλαβὼν τὸν ὅρον τοῦ ’Αριστοτέλους καὶ τὸ ἐπιφε-ρόμενον τῷ ὅρῳ σαφέστερον καὶ τελεώτερον οὕτως ὥριστο „κῶλόν ἐστιν ἤτοι ἀπλῆ περίοδος ἢ συνθέτου περιόδου μέρος.“ ἀσώματοί εἰσιν. εἰς δὲ λόγον κατηγορημάτων ἢ, ὡς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) τὰ αἰτία· ἢ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἰτία λεχθήσεται, οἷον τοῦ τέμνεται, οὐ πτῶσις τὸ τέμνεσθαι· τὰ δ’ ἀξιωμάτων, ὡς τοῦ „ναῦς γίνεται“, οὐ πάλιν [ἢ] πτῶσις ἐστὶ τὸ ναῦν γίνεσθαι.

---

Archedemus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000333.
