# Fragmenta 1

Archedicus, Fragmenta, Play The. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archedicus-comic/fragmenta/1

Πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι·
„δίδου κατὰ χειρός.“ „τοὔψον οἰχήσει λαβών.“
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν' ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μοι,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ', ἔχοντα τούς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·
ἐλαδίου κοτύλης τε παραναλωμένης
σέσωκά μοι τρίκλινα πεντήκοντ' ἴσως.

---

Archedicus Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0416.tlg002.local001/.
