# Testimonia 1.356.1

Archelaus, Testimonia, 1.356.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archelaus-phil/testimonia/1.356.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archelaus-phil/testimonia/1.356.1

ΦΥΣΙΟΛΟΓΙΑ vgl. S. 336, 17. (Περὶ φύσεως?) 4. HIPPOL. refut. I 9 (D. 563) (1) Ἀρχέλαος τὸ μὲν γένος Ἀθηναῖος, υἱὸς δὲ Ἀπολλοδώρου. οὗτος ἔφη τὴν μίξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρα τὰς τε ἀρχὰς ὡσαύτως. οὗτος δὲ τῷ νῦν ἐνυπάρχειν τι εὐθὲς μῆμα. (2) εἶναι δ᾿ ἀρχὴν τῆς κινήσεως ἀποκρίνεσθαι ἀπ᾿ ἀλλήλων τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ μὲν θερμὸν κινεῖσθαι, τὸ δὲ ψυχρόν ἡρεμεῖν· τηκόμενον δὲ τὸ ὕδωρ εἰς μέσον ρεῖν. ἐν ᾧ καὶ κατακαίμενον ἄερα γίνεσθαι καὶ γῆν, ὧν τὸ μὲν ἄνω φέρεσθαι, τὸ δὲ ὑφίστασθαι κάτω. (3) τὴν μὲν οὖν γῆν ἡρεμεῖν καὶ γενέσθαι διὰ ταῦτα, κεῖσθαι δ᾿ ἐν μέσῳ οὐδὲν μέρος οὖσαν, ὡς εἰπεῖν, τοῦ παντός. <τὸν δ᾿ ἄερα κρατεῖν τοῦ παντός> ἐκδεδομένον ἐκ τῆς πυρώσεως, ἀφ᾿ οὗ πρῶτον ἀποκαιομένου τὴν τῶν ἀστέρων εἶναι φύσιν, ὧν μέγιστον μὲν ἥλιον, δεύτερον δὲ σελήνην, τῶν δὲ ἄλλων τὰ μὲν ἐλάττω τὰ δὲ μεῖζω. (4) ἐπικλιθῆναι δὲ τὸν οὐρανὸν φησι καὶ οὕτως τὸν ἥλιον ἐπὶ τῆς γῆς ποιῆσαι φῶς καὶ τὸν τε ἄερα ποιῆσαι διαφανῆ καὶ τὴν γῆν ξηράν. λίμνην γὰρ εἶναι τὸ πρῶτον, ἄτε κύκλῳ μὲν οὖσαν ὑψηλήν, μέσον δὲ κοίλην. σημεῖον δὲ φέρει τῆς κοιλότητος, ὅτι ὁ ἥλιος οὐχ ἅμα ἀνατέλλει τε καὶ δύεται πᾶσιν, ὅπερ ἔδει συμβαίνειν, εἴπερ ἦν ὀμαλή. (5) περὶ δὲ ζώων φησίν, ὅτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρόν ἐμίγχετο, ἀνεφαίνετο τὰ τε ἄλλα ζῷα πολλὰ καὶ οἱ ἄνθρωποι, ἀπαντα τὴν αὐτὴν δίαιταν ἔχοντα ἐκ τῆς ἰλῦος τρεφόμενα (ἦν δὲ ὀλιγοχρόνια. ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις συνέστη. δ; καὶ διεκρίθησαν ἄνθρωποι ἀπὸ τῶν ἄλλων καὶ ἡγεμόνας καὶ νόμους καὶ τέχνας καὶ πόλεις καὶ τὰ ἄλλα συνέστησαν. νοῦν δὲ λέγει πᾶσιν ἐμφύεσθαι ζώοις ὁμοίως. χρῆσθαι γὰρ ἑκάστον καὶ τῶν ζώων τῷ νῦν τὸ μὲν βραδυτέρως, τὸ δὲ ταχυτέρως.

---

Archelaus Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000336.
