# Fragmenta 148

Archilochus, Fragmenta, 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archilochus-eleg-et-iamb/fragmenta/148
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archilochus-eleg-et-iamb/fragmenta/148

Plut. vit. Marii c. 21: Μασσαλιῆται μέντοι λέγουσι τοῖς ὀστέοις Aelian. Var. Hist. X 13: Αἰτιᾶται Κριτίας Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν· εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς, οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης, οὔθ' ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἤλθεν εἰς Θάσον, οὔθ' ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο· πρὸς δὲ τούτοις, ἢ δ' ὃς, οὔτε ὅτι μοιχὸς ἦν, ἠδειμεν ἂν, εἰ μὴ παρ' αὐτοῦ μαθόντες· οὔτε ὅτι λέγων καὶ ὕβριστῆς· καὶ τὸ ἐπὶ τούτων αἰσχίστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν· οὐχ ἄρα ἀγαθὸς ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιούτων κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην. Ταῦτα οὐκ ἐγὼ τὸν Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.

---

Archilochus Eleg. et Iamb., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000339.
