Ancient Greek · ~3 min
ΙΙ. GATOPTRICA.
Archimède, Fragmenta Theon d᾿ Alexandrie, Comm. sur l᾿ Almageste, livre I, chap. 3, dans Comment. de Pappus et de Theon d᾿ Alexandrie sur I᾿ Almageste, ed. A. Rome, Studi e Τesti 72, p. 346, 347.
Not analysed yet
ἵνα μὴ νομισθῇ ὅτι ὡς ἐξ ἐλάττονος δῆθεν διαστάσεως ὁρώμενα οὕτω φαίνεται (sc. μείζονα τὰ ἄστρα πρὸς αὐτοῖς τοῖς ὁρίζουσι), βούλεται (sc. ὁ Πτολεμαῖος) ἐνταῦθα τὸ τοιοῦτον ἐπιλύσασθαι καὶ δηλῶσαι ὅτι οὐ παρὰ τὸ ἀπόστημα τὸ ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸ τοιοῦτον συμβαίνει, ἀλλ᾿ ἐκ τῆς περὶ τὴν γῆν γινομένης ὑγροτάτης ἀναθυμιάσεως καὶ διὰ τοῦτο τῆς ὄψεως εἰς ἀχλυωδέστερον ἀέρα ἐμπιπτούσης καὶ τῶν ἀπ᾿ αὐτῆς ἐπὶ τὸν ἀέρα προσπιπτουσῶν ἀκτίνων κλάσιν ὑπομενουσῶν καὶ μείζονα ποιουσῶν τὴν πρὸς τῇ ὄψει γωνίαν, καθὰ καὶ Ἀρχιμήδης ἐν τοῖς Περὶ κατοπτρικῶν ἀπὲδειξεν. φησὶν ὅτι 1 καὶ τὰ εἰς ὕδωρ ἐμβαλλόμενα μείζονα φαίνεται, καὶ ὅσῳ κάτω χωρεῖ, μείζονα καὶ κεκλάσθωσαν ἐπὶ τὰ Α, Β, ὡς αἱ ΕΘΑ, ΕΚΒ, καθὰ καὶ Ἀρχιμήδης ἐν τοῖς Περὶ κατοπτρικῶν, ὡς ἔφαμεν.