# Testimonia 1.267.5

Archytas of Tarentum, Testimonia, 1.267.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archytas-of-tarentum/testimonia/1.267.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archytas-of-tarentum/testimonia/1.267.5

5. PLATO ep. 7 p. 338 C ὅμως δ᾽ οὖν ἀσφαλέστερόν μοι ἔδοξε χαίρειν τότε γε [vor der dritten Reise nach Syrakus 361] πολλά καὶ Δίωνα καὶ Διονύσιον ἐὰν καὶ ἀπηχθόμην ἀμφοῖν ἀποκρινάμενος ὅτι γέρων τε εἴην καὶ κατὰ τὰς ὁμολογίας οὐδὲν γίγνοιτο τῶν τὰ νῦν πραττομένων. ἔοικε δὴ τὸ μετὰ τοῦτο Ἀρχύτης τε παρὰ Διονύσιον ἀφικέσθαι· ἐγὼ γὰρ πρὶν ἀπιέναι [einige Zeit nach 367, zweite Reise] ξενίαν καὶ φιλίαν Ἀρχύτῃ καὶ τοῖς ἐν Τάραντι καὶ Διονυσίῳ ποιήσας ἀπέπλεον ... 339 A ἐπεμψε μὲν γὰρ δὴ Διονύσιος τρίτον ἐπ᾽ ἐμὲ τριήρη ῥαίστωνης ἕνεκα τῆς πορείας, ἐπεμψε δὲ Ἀρχέδημον, ὃν ἠξεῖτό με τῶν ἐν Σικελίᾳ περὶ πλείστου ποιεῖσθαι τῶν Ἀρχύτῃ Συγγενονότων ἕνα καὶ ἄλλους γνωρίμους τῶν ἐν Σικελίαι ... [Brief des Dionysios an Platon] ἐπιστολαὶ δὲ ἄλλαι ἐφοίτων παρὰ τε Ἀρχύτου καὶ τῶν ἐν Τάραντι τὴν τε φιλοσοφίαν ἐγκωμιάζουσαι τὴν Διονυσίου, καὶ ὅτι ἂν μὴ ἀφίκωμαι νῦν, τὴν πρὸς Διονύσιον αὐτοῖς γενομένην φιλίαν δι᾽ ἐμοῦ οὐ σμικρὰν οὖσαν πρὸς τὰ πολιτικὰ παντάπασιν διαβαλοῖην. 340 A πορεύομαι δὴ ... πολλὰ δεδιὼς μαντευομένός τε οὐ πάνυ καλῶς. 350 A προσιόντες δὲ μοι ἄλλοι τε καὶ οἱ τῶν ὑπηρεσιῶν ὄντες Ἀθῆνηθεν ἐμοὶ πολῖται ἀπήγγελλον ὅτι διαβεβλημένος εἴην ἐν τοῖς πελτασταῖς καὶ μοὶ τινὲς ἀπειλοῖεν, εἰ ποῦ λήφονταί με, διαφθερεῖν. μηχανῶμαι δὴ τινὰ τοιάνδε σωτηρίαν· πέμπω παρ᾽ Ἀρχύτῃ καὶ

---

Archytas of Tarentum, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000358.
