# Testimonia 1.276.1

Archytas of Tarentum, Testimonia, 1.276.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archytas-of-tarentum/testimonia/1.276.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archytas-of-tarentum/testimonia/1.276.1

δὴ καὶ ταῖς φωναῖς συμβήσεται· τῇ μὲν ὑπὸ [τῷ] ἰσχυρῷ τῷ πνεύματος φερομέναι μεγάλαί τε ἥμεν καὶ ὀξείαι. τῇ δὲ ὑπὸ ἀσθενέος μικκαὶ τε καὶ βαρεαί. ἀλλὰ μὰν καὶ τούτωι γὰ κα ἴδοιμες ἰσχυροτάτωι σαμείωι, ὅτι τῷ αὐτῷ 5 φθεγξαμένωι μέγα μὲν πόρσωθέν κ' ἀκούσαιμες· μικκὸν δέ, οὐδὲ ἐγγύθεν. ἀλλὰ μὰν καὶ ἐν γὰ τοῖς αὐλοῖς τὸ ἐκ τῷ στόματος φερόμενον πνεῦμα ἐς μὲν τὰ ἐγγὺς τῷ στόματος τρυπήματα ἐμπίπτον διὰ τὰν ἰσχύν τὰν σφοδρὰν ὀξύτερον ἄχον ἀφήσιν, ἐς δὲ τὰ πόρσω, βαρύτερον· ὥστε δῆλον 10 ὅτι ἄ ταχέα κίνησις ὀξὺν ποιεῖ, ἄ δὲ βραδέα βαρὺν τὸν ἄχον. ἀλλὰ μὰν καὶ τοῖς ῥόμβοις τοῖς ἐν ταῖς τελεταῖς κινουμένοις τὸ αὐτὸ συμβαίνει· ἀσυχαὶ μὲν κινούμενοι βαρὺν ἀφιέντι ἄχον, ἰσχυρῶς δέ, ὀξύν. ἀλλὰ μὰν καὶ ὁ γὰ κάλαμος, αἱ κά τις αὐτῷ τὸ κάτω μέρος ἀποφράξας ἐμφυ- 15 σήι, ἀφήσει τινὰ ἄμιν φωνάν· αἱ δὲ κα ἐς τὸ ἥμισυ ἢ ὁπόστον μέρος αὐτῷ, ὀξὺ φθεγξεῖται· τὸ γὰρ αὐτὸ πνεῦμα διὰ μὲν τῷ μακρῷ τόπω ἀσθενὲς ἐκφέρεται, διὰ δὲ τῷ μείονος σφοδρόν.

---

Archytas of Tarentum, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000358.
