# Testimonia 2.286.1

Archytas of Tarentum, Testimonia, 2.286.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archytas-of-tarentum/testimonia/2.286.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archytas-of-tarentum/testimonia/2.286.1

πρᾶτον μὲν ὧν ἐσκέψαντο, ὅτι οὐ δυνατόν ἐστιν ἡμεν ψόφον μὴ γεννηθείσας πληγᾶς τινων ποτ’ ἀλλὰλα. πλαγὰν δὲ ἐφαν γίνεσθαι, ὅκα τὰ φερόμενα ἀπαντιάζαντα ἀλλήλοις συμπέτη· τὰ μὲν οὖν ἀντὶαν φορὰν φερόμενα ἀπαντιάζοντα αὐτὰ αὐτοῖς συγγαλῶντα, δ’ ὁμοίως φερόμενα, μὴ ἴσωι δὲ τάχει, περικαταλαμβανόμενα πὰρ τῶν ἐπιφερομένων τυπτόμενα ποιεῖν ψόφον. πολλοὺς μὲν δή αὐτῶν οὐχ εἶναι ἀμῶν τῇ φύσει οἷους τε γινώσκεσθαι, τοὺς μὲν διὰ τὰν ἀσθένειαν τᾶς πλαγᾶς, τοὺς 10 δὲ καὶ διὰ τὸ μᾶχος τᾶς ἀφ’ ἀμῶν ἀποστάσιος, τινὰς δὲ καὶ διὰ τὰν ὑπερβολὰν τοῦ μεγέθεος· οὐ γὰρ παραδύεσθαι ἐς τὰν ἀκοὰν ἀμῖν τὸς μεγάλως τῶν ψόφων. ὡςπερ οὐδ’ ἐς τὰ σύστομα τῶν τευχέων, ὅκα πολύ τις ἐγχέηι, οὐδὲν ἐγχέεται. τὰ μὲν οὖν ποτιπίπτοντα ποτὶ 15 τὰν αἰσθησιν ἄ μὲν ἀπὸ τῶν πλαγῶν ταχὺ παραγίνεται καὶ (ἰσχυρῶς), ὀξέα φαίνεται, τὰ δὲ βραδέως καὶ ἀσθενῶς, βαρέα δοκοῦντι ἡμεν. αἱ γὰρ τις ῥάβδον λαβὼν κινοῖ νωθρῶς τε καὶ ἀσθενέως, τᾷ πλαγᾷ βαρὺν ποιήσει τὸν ψόφον· αἱ δὲ κα ταχύτε καὶ ἰσχυρῶς, ὀξύν.

---

Archytas of Tarentum, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000358.
