# Testimonia 2.287.1-15

Archytas of Tarentum, Testimonia, 2.287.1 to 2.287.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/archytas-of-tarentum/testimonia/2.287.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/archytas-of-tarentum/testimonia/2.287.1

οὐ μόνον δὲ κα τοῦτῳ γνοίημεν, ἀλλὰ καὶ ὅκα ἄμμες ἢ λέγοντες ἢ ἀείδοντες χριζόμες τι μέγα φθεγξασθαι καὶ ὀξύ, σφοδρῶι τῶι πνεύματι φθεγγόμενοι * * * ἐτι δὲ καὶ τοῦτο συμβαίνει ὥσπερ ἐπὶ βελῶν· τὰ μὲν ἰσχυ- 5 ρῶς ἀφίεμενα πρῶσω φέρεται, τὰ δὲ ἀσθενέως, ἐγγύς. τοῖς γὰρ ἰσχυρῶς φερομένοις μᾶλλον ὑπακούει ὁ ἀήρ· τοῖς δὲ ἀσθενέως, ἧσσον. τῷτὸ δὴ καὶ ταῖς φωναῖς συμβήσεται, ταὶ μὲν ὑπὸ [τῶ] ἰσχυρῶ τῶ πνεύματος φερομέναι μεγάλαί τε ἡμεν καὶ δξείαι, ταὶ δὲ ὑπὸ ἀσθε- 10 νέος μικχαὶ τε καὶ βαρεαί. ἀλλὰ μὰν καὶ τοῦτῳ γὰ κα ἴδοιμες ἰσχυροτάτῳι σαμείῳι, ὅτι τῶ αὐτῶ φθεγξα- μένω μέγα μὲν πόρσωθὲν κ’ ἀκούσαιμες· μικχὸν δέ, οὐδὲ ἐγγύθεν. ἀλλὰ μὰν καὶ ἐν γὰ τοῖς αὐλοῖς τὸ ἐκ τῶ στόματος φερόμενον πνεῦμα ἐς μὲν τὰ ἐγγύς τῶ στό- 15 ματος τρυπήματα ἐμπίπτον διὰ τὰν ἰσχύν τὰν σφοδρὰν δξύτερον ἄχον ἀφίησιν, ἐς δὲ τὰ πόρσω, βαρύτερον· ὥστε δῆλον ὅτι ἀταχέα κίνησις ὀξύν ποιεῖ, ἀ δὲ βραδέα

---

Archytas of Tarentum, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000358.
