Ancient Greek · ~28 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. α′. περὶ Ὕδρωπος..1
Not analysed yet
ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπʼ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα· εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην Ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί. ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλʼ ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὁ ὄγκος, τὸ οἶδος, ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφʼ ἕδρης ἔασι οἱ ὑδρωπιώδεες. ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη. ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη. τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ, ἢν ὁ τυμπανία ς τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλ εγματίας τοῦ ἀνὰ σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμʼ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον. σημεῖα δὲ μέγιστα καὶ Ῥήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι· ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν χεῖρα κατὰ λαγόνα εἰσωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος· ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, ὁ χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου. τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει· ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, (καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,) ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων. Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται ,ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης· ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα ,ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα. ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι· ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ πλησμονῆς· ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες· οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳ καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπʼ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλʼ ἐξ αὐτέου τοῦ πάθεος· οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου· ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι. γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπʼ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος· χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ διʼ ἃ δὲ τῇσ͵ʹ κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, Ῥηϊτέρη ἡ τ ῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας. ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι· γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλʼ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης. ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι· ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπʼ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ῥηΐτερον. Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ ,ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη. καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ. ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται· ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει· τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε διʼ ἐντέρων τοιαίδε κύστιες· ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων διʼ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων Ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδʼ ἀνώλεθρον τρωθὲν ἔντερον.