# Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. β′. περὶ Διαβήτεω.

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ΒΙΒΛΙΟΝ *β′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-2/%CE%9A%CE%B5%CF%86.%20%CE%B2%E2%80%B2.%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CE%94%CE%B9%CE%B1%CE%B2%CE%AE%CF%84%CE%B5%CF%89.

θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές· πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέον τα ἐξαρύεται. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα. κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον· ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματος ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλʼ οὐδέκω μέγα. ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανσις μικρὴ μὲν, δακνώδης δὲ, ἐνίζουσα τοῖσι σπλάγχνοισι· ἐπιγάστριον Ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν, εὖτε καὶ ἡ οὔρησις καὶ τὸ δίψος ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐς ἄκρον τὸν καυλὸν ἡ συναίσθησις φανῇ, εὐθὺς οὐρέους ι. τῇδέ μοι δοκέει καλέεσθαι διαβήτης ἐπίκλησιν, ὁκοῖόντι διαβήτης ἐὼν, οὕνεκεν ἐν τῷ σκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλὰ ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται. διαρκέουσι δὲ ἐς χρόνον τινὰ, εἰ καὶ μὴ κάρτα πολλὸν, ὅτι πινεῦντς οὐρέουσι, τηκεδὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆς πόσιος μέγα ἐς τὸ σκῆνος ἔρχεται, καὶ ξυναπέρχεται τῶν σαρκῶν ἐς τὰ οὖρα μυρία. αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλʼ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν. ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.

---

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg002.local001/.
