# Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. β′. περὶ Κεφαλαίης.

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ΒΙΒΛΙΟΝ *α′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-2/%CE%9A%CE%B5%CF%86.%20%CE%B2%E2%80%B2.%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CE%9A%CE%B5%CF%86%CE%B1%CE%BB%CE%B1%CE%AF%CE%B7%CF%82.

ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν. ἰδέαι δὲ μυρίαι. τισὶ μὲν γὰρ ἀΐδιος ὁ πόνος καὶ σμικρὸς, ἀλλʼ οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι πυρεταίνουσι ἀμφημερινὸν παρʼ ἡμέρην· ἄλλοισι δʼ ἀπὸ δύσιος ἐς μεσημβρίην , καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει· καὶ τοῖσι μὲν ἡ κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπʼ ἀριστερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ Ῥεμβώδεα τρόπον. τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ Ῥὶς μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλʼ ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ. ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν, κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει· σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδε ες ἔνδον εἱλῶνται· σκοτόδινος· ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων. ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος, ὡσπερεί τινος πατάξαντος ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου· ἢν δʼ ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε. ἢν δὲ σμικρότερονᾖ, καὶ ἐς ὄλεθρονἀσινὲς, χρονίζει, ὄκνος πουλὺς, καρηβαρίη, ἀπορίη, ζωὴ δύσφορος. καὶ γάρ πως φεύγουσι τὴν αὐγήν· σκότος δὲ πρηο̈́νει τουτέοισι τὴν νοῦσον· οὐ δὲ ἐσιδεῖν τι ἢ ἀκοῦσαι τερπνὸν εὔφοροι· κάκοδμοι τὴν ὄσφρησιν, καὶ οὔτε τι εὐῶδες αὐτέους τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα· ἄχθονται τῷ βίῳ, θανατῶσι ὥνθρωποι. αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψύξις· ἢν δὲ δηθύνῃ καὶ ἐς μέζον ἕρπῃ ἐπὶ τοῖσι πόνοισι, τὸ πάθος σκότωμα γίγνεται.

---

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg002.local001/.
