# Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. γ′. περὶ Σκοτωματικῶν.

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ΒΙΒΛΙΟΝ *α′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-2/%CE%9A%CE%B5%CF%86.%20%CE%B3%E2%80%B2.%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CE%A3%CE%BA%CE%BF%CF%84%CF%89%CE%BC%CE%B1%CF%84%CE%B9%CE%BA%E1%BF%B6%CE%BD.

ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπʼ αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτάματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματ ος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη· ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή.

---

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg002.local001/.
