Ancient Greek · ~19 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. γ′. περὶ τῶν κατὰ τοὺς Νεφροὺς παθῶν..1
Not analysed yet
νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν. ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς, καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι κτείνον τα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν, ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν, ἀποστάσιες ,ἕλκεα, λίθων γέννα, αἱμορροΐδες. ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα, ἠδὲ δυσαλθέ απάντα τοῦ ἀνθρώπου. τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ Ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλʼ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπʼ ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα, σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, Ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω Ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει· τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ Ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι. τὸ γὰρ ἔντερον ἑλικοειδές. ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι· κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν Ῥηΐδιοι. ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ Ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ· κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις ,ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας. ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει. λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή· ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι· κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ Ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή. ἐπὶ δὲ τῇ Ῥαγῇ ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί· ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας· χειμὼν δὲ καὶ φθινόπωρον, λίθους· ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.